Δευτέρα 1 Ιουλίου 2019

Ἀποστολικό Ἀνάγνωσμα Κυριακῆς 29 Σεπτεμβρίου 2019 (ΙΗ΄ Κυριακῆς: Β΄ Κορ. θ΄ 6-11)


Aδελφοί, ὁ σπείρων φειδομένως φειδομένως καὶ θερίσει, καὶ ὁ σπείρων ἐπ᾿ εὐλογίαις ἐπ᾿ εὐλογίαις καὶ θερίσει. ἕκαστος κα­θὼς προαιρεῖται τῇ καρ­δίᾳ, μὴ ἐκ λύπης ἢ ἐξ ἀνάγκης· ἱλαρὸν γὰρ δό­την ἀγαπᾷ ὁ Θεός. δυνα­τὸς δὲ ὁ Θεὸς πᾶσαν χάριν περισσεῦσαι εἰς ὑμᾶς, ἵνα ἐν παντὶ πάντοτε πᾶσαν αὐτάρκειαν ἔχοντες περισ­σεύητε εἰς πᾶν ἔργον ἀγα­θόν, καθὼς γέγραπται· ἐ­σκόρπισεν, ἔδωκε τοῖς πέ­νη­σιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα. ὁ δὲ ἐ­πιχορηγῶν σπέρμα τῷ σπείροντι καὶ ἄρτον εἰς βρῶ­σιν χορηγήσαι καὶ πλη­θύναι τὸν σπόρον ὑ­μῶν καὶ αὐξήσαι τὰ γε­νή­ματα τῆς δικαιοσύνης ὑμῶν· ἐν παντὶ πλουτιζόμενοι εἰς πᾶσαν ἁπλότητα, ἥτις κατεργάζεται δι᾿ ἡμῶν εὐχαριστίαν τῷ Θεῷ.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου