Ἀδελφοί, γνωρίζω ὑμῖν τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ᾿ ἐμοῦ ὅτι οὐκ ἔστι κατὰ ἄνθρωπον· οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτὸ οὔτε ἐδιδάχθην, ἀλλὰ δι᾿ ἀποκαλύψεως ᾿Ιησοῦ Χριστοῦ. ᾿Ηκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ ᾿Ιουδαϊσμῷ, ὅτι καθ᾿ ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ Θεοῦ καὶ ἐπόρθουν αὐτήν, καὶ προέκοπτον ἐν τῷ ᾿Ιουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων. Ὅτε δὲ εὐδόκησεν ὁ Θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι, οὐδὲ ἀνῆλθον εἰς ῾Ιεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους, ἀλλὰ ἀπῆλθον εἰς ᾿Αραβίαν, καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν. ῎Επειτα μετὰ ἔτη τρία ἀνῆλθον εἰς ῾Ιεροσόλυμα ἱστορῆσαι Πέτρον, καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε· ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον εἰ μὴ ᾿Ιάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου.
Ετικέτες
- ΑΓΙΟ ΔΩΔΕΚΑΗΜΕΡΟ
- ΑΝΑΚΟΙΝΩΣΕΙΣ
- ΑΝΑΣΤΑΣΗ
- ΑΠΟΣΤΟΛΙΚΑ ΑΝΑΓΝΩΣΜΑΤΑ
- ΑΡΘΡΟΓΡΑΦΙΑ
- ΒΙΟΙ ΑΓΙΩΝ
- ΒΥΖΑΝΤΙΝΗ ΜΟΥΣΙΚΗ-ΨΑΛΤΙΚΗ
- ΒΥΖΑΝΤΙΝΗ ΤΕΧΝΗ
- ΓΕΡΟΝΤΙΚΟ
- ΔΕΚΑΠΕΝΤΑΥΓΟΥΣΤΟΣ
- ΔΙΔΑΧΕΣ
- ΕΚΚΛΗΣΙΑΣΤΙΚΑ ΝΕΑ
- ΕΥΑΓΓΕΛΙΚΑ ΑΝΑΓΝΩΣΜΑΤΑ
- ΘΑΥΜΑΤΑ
- ΘΕΟΦΑΝΕΙΑ
- ΘΡΗΣΚΕΥΤΙΚΗ ΛΟΓΟΤΕΧΝΙΑ-ΝΕΟΕΛΛΗΝΙΚΗ ΛΟΓΟΤΕΧΝΙΑ
- ΚΕΙΜΕΝΑ ΕΙΣΗΓΗΣΕΩΝ ΕΛΠΙΔΑΣ ΤΖΙΒΑ
- ΚΕΙΜΕΝΑ ΡΑΔΙΟΦΩΝΙΚΩΝ ΕΚΠΟΜΠΩΝ "ΕΠΙΚΑΙΡΟΤΗΤΑ"
- ΛΑΟΓΡΑΦΙΑ
- ΛΕΙΤΟΥΡΓΙΚΕΣ ΑΠΟΡΙΕΣ
- ΜΕΓΑΛΗ ΕΒΔΟΜΑΔΑ
- ΠΑΙΔΑΓΩΓΙΚΑ
- ΠΑΙΔΙΚΕΣ ΙΣΤΟΡΙΕΣ-ΠΑΙΔΙΚΑ ΠΑΡΑΜΥΘΙΑ ΕΛΠΙΔΑΣ ΤΖΙΒΑ
- ΠΑΣΧΑ
- ΠΑΤΕΡΙΚΗ ΣΟΦΙΑ
- ΠΟΙΗΣΗ-ΛΟΓΟΤΕΧΝΙΑ ΕΛΠΙΔΑΣ ΤΖΙΒΑΣ
- ΠΡΟΣΕΥΧΗ
- ΠΡΟΣΚΥΝΗΜΑΤΙΚΕΣ ΠΕΡΙΗΓΗΣΕΙΣ
- ΤΑΞΙΔΙ ΣΤΗΝ ΕΛΛΑΔΑ
- ΧΡΙΣΤΟΥΓΕΝΝΑ
- ΩΦΕΛΙΜΑ
Σάββατο 21 Οκτωβρίου 2017
Ἀποστολικὸ Ἀνἀγνωσμα Κυριακῆς 22 Ὀκτωβρίου 2017, Κ΄ ἐπιστολῶν (Γαλ. α΄ 11-19)
Ἀδελφοί, γνωρίζω ὑμῖν τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ᾿ ἐμοῦ ὅτι οὐκ ἔστι κατὰ ἄνθρωπον· οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτὸ οὔτε ἐδιδάχθην, ἀλλὰ δι᾿ ἀποκαλύψεως ᾿Ιησοῦ Χριστοῦ. ᾿Ηκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ ᾿Ιουδαϊσμῷ, ὅτι καθ᾿ ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ Θεοῦ καὶ ἐπόρθουν αὐτήν, καὶ προέκοπτον ἐν τῷ ᾿Ιουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων. Ὅτε δὲ εὐδόκησεν ὁ Θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι, οὐδὲ ἀνῆλθον εἰς ῾Ιεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους, ἀλλὰ ἀπῆλθον εἰς ᾿Αραβίαν, καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν. ῎Επειτα μετὰ ἔτη τρία ἀνῆλθον εἰς ῾Ιεροσόλυμα ἱστορῆσαι Πέτρον, καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε· ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον εἰ μὴ ᾿Ιάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου.
Εγγραφή σε:
Σχόλια ανάρτησης (Atom)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου