Τῷ καιρῷ ἐκείνῳ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατ᾿ ἰδίαν· καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ἐγένετο λευκὰ ὡς τὸ φῶς. καὶ ἰδοὺ ὤφθησαν αὐτοῖς Μωσῆς καὶ Ἠλίας μετ᾿ αὐτοῦ συλλαλοῦντες. ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπε τῷ Ἰησοῦ· Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, ποιήσωμεν ὧδε τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωσεῖ μίαν καὶ μίαν Ἠλίᾳ. ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· αὐτοῦ ἀκούετε. καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα. καὶ προσελθὼν ὁ Ἰησοῦς ἥψατο αὐτῶν καὶ εἶπεν· ἐγέρθητε καὶ μὴ φοβεῖσθε. ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν οὐδένα εἶδον εἰ μὴ τὸν Ἰησοῦν μόνον. καὶ καταβαινόντων αὐτῶν ἀπὸ τοῦ ὄρους ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς λέγων· μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ἀναστῇ.
Ετικέτες
- ΑΓΙΟ ΔΩΔΕΚΑΗΜΕΡΟ
- ΑΝΑΚΟΙΝΩΣΕΙΣ
- ΑΝΑΣΤΑΣΗ
- ΑΠΟΣΤΟΛΙΚΑ ΑΝΑΓΝΩΣΜΑΤΑ
- ΑΡΘΡΟΓΡΑΦΙΑ
- ΒΙΟΙ ΑΓΙΩΝ
- ΒΥΖΑΝΤΙΝΗ ΜΟΥΣΙΚΗ-ΨΑΛΤΙΚΗ
- ΒΥΖΑΝΤΙΝΗ ΤΕΧΝΗ
- ΓΕΡΟΝΤΙΚΟ
- ΔΕΚΑΠΕΝΤΑΥΓΟΥΣΤΟΣ
- ΔΙΔΑΧΕΣ
- ΕΚΚΛΗΣΙΑΣΤΙΚΑ ΝΕΑ
- ΕΥΑΓΓΕΛΙΚΑ ΑΝΑΓΝΩΣΜΑΤΑ
- ΘΑΥΜΑΤΑ
- ΘΕΟΦΑΝΕΙΑ
- ΘΡΗΣΚΕΥΤΙΚΗ ΛΟΓΟΤΕΧΝΙΑ-ΝΕΟΕΛΛΗΝΙΚΗ ΛΟΓΟΤΕΧΝΙΑ
- ΚΕΙΜΕΝΑ ΕΙΣΗΓΗΣΕΩΝ ΕΛΠΙΔΑΣ ΤΖΙΒΑ
- ΚΕΙΜΕΝΑ ΡΑΔΙΟΦΩΝΙΚΩΝ ΕΚΠΟΜΠΩΝ "ΕΠΙΚΑΙΡΟΤΗΤΑ"
- ΛΑΟΓΡΑΦΙΑ
- ΛΕΙΤΟΥΡΓΙΚΕΣ ΑΠΟΡΙΕΣ
- ΜΕΓΑΛΗ ΕΒΔΟΜΑΔΑ
- ΠΑΙΔΑΓΩΓΙΚΑ
- ΠΑΙΔΙΚΕΣ ΙΣΤΟΡΙΕΣ-ΠΑΙΔΙΚΑ ΠΑΡΑΜΥΘΙΑ ΕΛΠΙΔΑΣ ΤΖΙΒΑ
- ΠΑΣΧΑ
- ΠΑΤΕΡΙΚΗ ΣΟΦΙΑ
- ΠΟΙΗΣΗ-ΛΟΓΟΤΕΧΝΙΑ ΕΛΠΙΔΑΣ ΤΖΙΒΑΣ
- ΠΡΟΣΕΥΧΗ
- ΠΡΟΣΚΥΝΗΜΑΤΙΚΕΣ ΠΕΡΙΗΓΗΣΕΙΣ
- ΤΑΞΙΔΙ ΣΤΗΝ ΕΛΛΑΔΑ
- ΧΡΙΣΤΟΥΓΕΝΝΑ
- ΩΦΕΛΙΜΑ
Εγγραφή σε:
Σχόλια ανάρτησης (Atom)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου