Παρασκευή 24 Φεβρουαρίου 2017

Εὐαγγέλιο Κυριακῆς 26 Φεβρουαρίου 2017, τῆς Τυροφάγου (Ματθ. ς΄ 14-21)



Εἶπεν ὁ Κύριος· ἐὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παρα­πτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ πατὴρ ὑμῶν ὁ οὐ­ράνιος· ἐὰν δὲ μὴ ἀφῆτε τοῖς ἀν­θρώποις τὰ ­παραπτώματα αὐ­τῶν, οὐδὲ ὁ πατὴρ ὑμῶν ἀ­­­φήσει τὰ παραπτώματα ὑ­­­μῶν. Ὅταν δὲ νηστεύητε, μὴ ­γίνεσθε ὥσπερ οἱ ­ὑποκριταὶ σκυθρω­ποί· ἀφανί­ζουσι γὰρ τὰ πρόσ­ωπα αὐ­τῶν ὅ­πως φανῶσι τοῖς ἀνθρώποις νη­στεύ­οντες· ἀμὴν λέγω ὑμῖν ὅτι ­ἀ­­­πέ­­χουσι τὸν μισθὸν αὐτῶν. σὺ δὲ νηστεύων ἄλειψαί σου τὴν κεφα­λὴν καὶ τὸ πρόσωπόν σου νίψαι, ὅπως μὴ φανῇς τοῖς ἀν­­­θρώποις νηστεύων, ἀλλὰ τῷ πατρί σου τῷ ἐν τῷ κρυπτῷ, καὶ ὁ πατήρ σου ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι ἐν τῷ φανερῷ. Μὴ ­θησαυρίζετε ὑμῖν θη­σαυ­­ροὺς ἐπὶ τῆς γῆς, ὅπου σὴς καὶ βρῶσις ἀ­φανί­­ζει, καὶ ὅπου κλέ­πται διορύσ­σουσι καὶ κλέπτουσι· θη­σαυ­ρίζετε δὲ ὑμῖν θησαυροὺς ἐν οὐ­ρανῷ, ὅ­που οὔτε σὴς οὔτε βρῶ­σις ἀ­φα­νίζει, καὶ ὅπου κλέπται οὐ διο­ρύσσουσιν οὐ­­­­δὲ κλέπτουσιν· ὅ­που γάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐ­κεῖ ἔσται καὶ ἡ καρδία ὑμῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου