Ἀδελφοί, πάντα μοι ἔξεστιν, ἀλλ᾿ οὐ πάντα συμφέρει· πάντα μοι ἔξεστιν, ἀλλ᾿ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος. τὰ βρώματα τῇ κοιλίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ, καὶ ὁ Κύριος τῷ σώματι· ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἤγειρε καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ. οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν; ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; μὴ γένοιτο. ἢ οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; ἔσονται γάρ, φησίν, οἱ δύο εἰς σάρκα μίαν· ὁ δὲ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστι. φεύγετε τὴν πορνείαν. πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. ἢ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ῾Αγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ, καὶ οὐκ ἐστὲ ἑαυτῶν; ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε δὴ τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν καὶ ἐν τῷ πνεύματι ὑμῶν, ἅτινά ἐστι τοῦ Θεοῦ.
Ετικέτες
- ΑΓΙΟ ΔΩΔΕΚΑΗΜΕΡΟ
- ΑΝΑΚΟΙΝΩΣΕΙΣ
- ΑΝΑΣΤΑΣΗ
- ΑΠΟΣΤΟΛΙΚΑ ΑΝΑΓΝΩΣΜΑΤΑ
- ΑΡΘΡΟΓΡΑΦΙΑ
- ΒΙΟΙ ΑΓΙΩΝ
- ΒΥΖΑΝΤΙΝΗ ΜΟΥΣΙΚΗ-ΨΑΛΤΙΚΗ
- ΒΥΖΑΝΤΙΝΗ ΤΕΧΝΗ
- ΓΕΡΟΝΤΙΚΟ
- ΔΕΚΑΠΕΝΤΑΥΓΟΥΣΤΟΣ
- ΔΙΔΑΧΕΣ
- ΕΚΚΛΗΣΙΑΣΤΙΚΑ ΝΕΑ
- ΕΥΑΓΓΕΛΙΚΑ ΑΝΑΓΝΩΣΜΑΤΑ
- ΘΑΥΜΑΤΑ
- ΘΕΟΦΑΝΕΙΑ
- ΘΡΗΣΚΕΥΤΙΚΗ ΛΟΓΟΤΕΧΝΙΑ-ΝΕΟΕΛΛΗΝΙΚΗ ΛΟΓΟΤΕΧΝΙΑ
- ΚΕΙΜΕΝΑ ΕΙΣΗΓΗΣΕΩΝ ΕΛΠΙΔΑΣ ΤΖΙΒΑ
- ΚΕΙΜΕΝΑ ΡΑΔΙΟΦΩΝΙΚΩΝ ΕΚΠΟΜΠΩΝ "ΕΠΙΚΑΙΡΟΤΗΤΑ"
- ΛΑΟΓΡΑΦΙΑ
- ΛΕΙΤΟΥΡΓΙΚΕΣ ΑΠΟΡΙΕΣ
- ΜΕΓΑΛΗ ΕΒΔΟΜΑΔΑ
- ΠΑΙΔΑΓΩΓΙΚΑ
- ΠΑΙΔΙΚΕΣ ΙΣΤΟΡΙΕΣ-ΠΑΙΔΙΚΑ ΠΑΡΑΜΥΘΙΑ ΕΛΠΙΔΑΣ ΤΖΙΒΑ
- ΠΑΣΧΑ
- ΠΑΤΕΡΙΚΗ ΣΟΦΙΑ
- ΠΟΙΗΣΗ-ΛΟΓΟΤΕΧΝΙΑ ΕΛΠΙΔΑΣ ΤΖΙΒΑΣ
- ΠΡΟΣΕΥΧΗ
- ΠΡΟΣΚΥΝΗΜΑΤΙΚΕΣ ΠΕΡΙΗΓΗΣΕΙΣ
- ΤΑΞΙΔΙ ΣΤΗΝ ΕΛΛΑΔΑ
- ΧΡΙΣΤΟΥΓΕΝΝΑ
- ΩΦΕΛΙΜΑ
Παρασκευή 10 Φεβρουαρίου 2017
ΑΠΟΣΤΟΛΟΣ Κυριακῆς τοῦ Ἀσώτου: Α΄ Κορ. ς΄ 12-20
Ἀδελφοί, πάντα μοι ἔξεστιν, ἀλλ᾿ οὐ πάντα συμφέρει· πάντα μοι ἔξεστιν, ἀλλ᾿ οὐκ ἐγὼ ἐξουσιασθήσομαι ὑπό τινος. τὰ βρώματα τῇ κοιλίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασιν· ὁ δὲ Θεὸς καὶ ταύτην καὶ ταῦτα καταργήσει. τὸ δὲ σῶμα οὐ τῇ πορνείᾳ, ἀλλὰ τῷ Κυρίῳ, καὶ ὁ Κύριος τῷ σώματι· ὁ δὲ Θεὸς καὶ τὸν Κύριον ἤγειρε καὶ ἡμᾶς ἐξεγερεῖ διὰ τῆς δυνάμεως αὐτοῦ. οὐκ οἴδατε ὅτι τὰ σώματα ὑμῶν μέλη Χριστοῦ ἐστιν; ἄρας οὖν τὰ μέλη τοῦ Χριστοῦ ποιήσω πόρνης μέλη; μὴ γένοιτο. ἢ οὐκ οἴδατε ὅτι ὁ κολλώμενος τῇ πόρνῃ ἓν σῶμά ἐστιν; ἔσονται γάρ, φησίν, οἱ δύο εἰς σάρκα μίαν· ὁ δὲ κολλώμενος τῷ Κυρίῳ ἓν πνεῦμά ἐστι. φεύγετε τὴν πορνείαν. πᾶν ἁμάρτημα ὃ ἐὰν ποιήσῃ ἄνθρωπος ἐκτὸς τοῦ σώματός ἐστιν, ὁ δὲ πορνεύων εἰς τὸ ἴδιον σῶμα ἁμαρτάνει. ἢ οὐκ οἴδατε ὅτι τὸ σῶμα ὑμῶν ναὸς τοῦ ἐν ὑμῖν ῾Αγίου Πνεύματός ἐστιν, οὗ ἔχετε ἀπὸ Θεοῦ, καὶ οὐκ ἐστὲ ἑαυτῶν; ἠγοράσθητε γὰρ τιμῆς· δοξάσατε δὴ τὸν Θεὸν ἐν τῷ σώματι ὑμῶν καὶ ἐν τῷ πνεύματι ὑμῶν, ἅτινά ἐστι τοῦ Θεοῦ.
Εγγραφή σε:
Σχόλια ανάρτησης (Atom)
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου